Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καὶ δώμαθʼ· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν
  2. ἀγάλματʼ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ
  3. μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·
  4. ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.
  5. ἀλλʼ — ἄξιος γὰρ ὅ τε παρὼν ὅ τʼ οὐ παρὼν
  6. Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχʼ ἥκομεν —
  7. δεξώμεθʼ οἴκων καταλύσεις. χωρεῖν χρεών,
  8. δμῶες, δόμων τῶνδʼ ἐντός. ὡς ἐμοὶ πένης
  9. εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.
  10. αἰνῶ μὲν οὖν τοῦδʼ ἀνδρὸς ἐσδοχὰς δόμων,
  11. ἐβουλόμην δʼ ἄν, εἰ κασίγνητός με σὸς
  12. ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
  13. ἴσως δʼ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι
  14. χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.