Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ταύτην ἐπειδὴ θαλερὸς εἶχʼ ἥβης χρόνος,
- μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.
- δείσας δὲ μή τῳ παῖδʼ ἀριστέων τέκοι
- Ἀγαμέμνονος ποινάτορʼ, εἶχεν ἐν δόμοις
- Αἴγισθος οὐδʼ ἥρμοζε νυμφίῳ τινί.
- ἐπεὶ δὲ καὶ τοῦτʼ ἦν φόβου πολλοῦ πλέων,
- μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι,
- κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως
- μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.
- ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχʼ ὀλωλότα,
- παίδων δʼ ἔδεισε μὴ φθονηθείη φόνῳ.
- ἐκ τῶνδε δὴ τοιόνδʼ ἐμηχανήσατο
- Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς
- Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφʼ ὃς ἂν κτάνῃ,
- ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν
- δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο
- γεγῶσιν — οὐ δὴ τοῦτό γʼ ἐξελέγχομαι·
- λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ
- πένητες, ἔνθεν ηὑγένειʼ ἀπόλλυται —
- ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.