Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;
- πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.
- ἢ τοῖς ἔχουσι μηδέν; ἀλλʼ ἔχει νόσον
- πενία, διδάσκει δʼ ἄνδρα τῇ χρείᾳ κακόν.
- ἀλλʼ εἰς ὅπλʼ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων
- μάρτυς γένοιτʼ ἂν ὅστις ἐστὶν ἁγαθός;
- κράτιστον εἰκῇ ταῦτʼ ἐᾶν ἀφειμένα.
- οὗτος γὰρ ἁνὴρ οὔτʼ ἐν Ἀργείοις μέγας
- οὔτʼ αὖ δοκήσει δωμάτων ὠγκωμένος,
- ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
- οὐ μὴ ἀφρονήσεθʼ, οἳ κενῶν δοξασμάτων
- πλήρεις πλανᾶσθε, τῇ δʼ ὁμιλίᾳ βροτοὺς
- κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;
- οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ
- καὶ δώμαθʼ· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν
- ἀγάλματʼ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ
- μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·
- ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.
- ἀλλʼ — ἄξιος γὰρ ὅ τε παρὼν ὅ τʼ οὐ παρὼν
- Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχʼ ἥκομεν —