Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;
  2. πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.
  3. ἢ τοῖς ἔχουσι μηδέν; ἀλλʼ ἔχει νόσον
  4. πενία, διδάσκει δʼ ἄνδρα τῇ χρείᾳ κακόν.
  5. ἀλλʼ εἰς ὅπλʼ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων
  6. μάρτυς γένοιτʼ ἂν ὅστις ἐστὶν ἁγαθός;
  7. κράτιστον εἰκῇ ταῦτʼ ἐᾶν ἀφειμένα.
  8. οὗτος γὰρ ἁνὴρ οὔτʼ ἐν Ἀργείοις μέγας
  9. οὔτʼ αὖ δοκήσει δωμάτων ὠγκωμένος,
  10. ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
  11. οὐ μὴ ἀφρονήσεθʼ, οἳ κενῶν δοξασμάτων
  12. πλήρεις πλανᾶσθε, τῇ δʼ ὁμιλίᾳ βροτοὺς
  13. κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;
  14. οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ