Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
Αὐτουργός
  1. οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.
Ἠλέκτρα
  1. ἴσασιν, οὐδὲν τῶνδʼ ἔχουσιν ἐνδεές.
Αὐτουργός
  1. οὐκοῦν πάλαι χρῆν τοῖσδʼ ἀνεπτύχθαι πύλας;
  2. χωρεῖτʼ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων
  3. ξενίων κυρήσεθʼ, οἷʼ ἐμὸς κεύθει δόμος.
  4. αἴρεσθʼ, ὀπαδοί, τῶνδʼ ἔσω τεύχη δόμων.
  5. καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι
  6. μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,
  7. οὔτοι τό γʼ ἦθος δυσγενὲς παρέξομαι.
Ὀρέστης
  1. πρὸς θεῶν, ὅδʼ ἁνὴρ ὃς συνεκκλέπτει γάμους
  2. τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;
Ἠλέκτρα
  1. οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.
Ὀρέστης
  1. φεῦ·
  2. οὐκ ἔστʼ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·
  3. ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
  4. ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς
  5. τὸ μηδὲν ὄντα, χρηστά τʼ ἐκ κακῶν τέκνα,
  6. λιμόν τʼ ἐν ἀνδρὸς πλουσίου φρονήματι,
  7. γνώμην τε μεγάλην ἐν πένητι σώματι.