Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- αἴρεσθʼ, ὀπαδοί, τῶνδʼ ἔσω τεύχη δόμων.
- καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι
- μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,
- οὔτοι τό γʼ ἦθος δυσγενὲς παρέξομαι.
- πρὸς θεῶν, ὅδʼ ἁνὴρ ὃς συνεκκλέπτει γάμους
- τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;
- οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.
- φεῦ·
- οὐκ ἔστʼ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·
- ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
- ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς
- τὸ μηδὲν ὄντα, χρηστά τʼ ἐκ κακῶν τέκνα,
- λιμόν τʼ ἐν ἀνδρὸς πλουσίου φρονήματι,
- γνώμην τε μεγάλην ἐν πένητι σώματι.