Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τὸν ὄντα δʼ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι
- ἥκουσʼ Ὀρέστου πρός με κήρυκες λόγων.
- ἀλλʼ, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.
- τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
- ἔστιν λόγῳ γοῦν, φασὶ δʼ οὐκ ἄπιστʼ ἐμοί.
- ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;
- ἐν ἐλπίσιν ταῦτʼ· ἀσθενὴς φεύγων ἀνήρ.
- ἦλθον δʼ Ὀρέστου τίνʼ ἀγορεύοντες λόγον;
- σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
- οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.
- ἴσασιν, οὐδὲν τῶνδʼ ἔχουσιν ἐνδεές.
- οὐκοῦν πάλαι χρῆν τοῖσδʼ ἀνεπτύχθαι πύλας;
- χωρεῖτʼ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων
- ξενίων κυρήσεθʼ, οἷʼ ἐμὸς κεύθει δόμος.