Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. αἱ χεῖρες ἡ γλῶσσʼ ἡ ταλαίπωρός τε φρήν,
  2. κάρα τʼ ἐμὸν ξυρῆκες, ὅ τʼ ἐκεῖνον τεκών.
  3. αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,
  4. ὁ δʼ ἄνδρʼ ἕνʼ εἷς ὢν οὐ δυνήσεται κτανεῖν,
  5. νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.
Χορός
  1. καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,
  2. λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.
Αὐτουργός
  1. ἔα· τίνας τούσδʼ ἐν πύλαις ὁρῶ ξένους;
  2. τίνος δʼ ἕκατι τάσδʼ ἐπʼ ἀγραύλους πύλας
  3. προσῆλθον; ἦ ʼμοῦ δεόμενοι; γυναικί τοι
  4. αἰσχρὸν μετʼ ἀνδρῶν ἑστάναι νεανιῶν.
Ἠλέκτρα
  1. ὦ φίλτατʼ, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί·
  2. τὸν ὄντα δʼ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι
  3. ἥκουσʼ Ὀρέστου πρός με κήρυκες λόγων.
  4. ἀλλʼ, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.
Αὐτουργός
  1. τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
Ἠλέκτρα
  1. ἔστιν λόγῳ γοῦν, φασὶ δʼ οὐκ ἄπιστʼ ἐμοί.
Αὐτουργός
  1. ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;
Ἠλέκτρα
  1. ἐν ἐλπίσιν ταῦτʼ· ἀσθενὴς φεύγων ἀνήρ.
Αὐτουργός
  1. ἦλθον δʼ Ὀρέστου τίνʼ ἀγορεύοντες λόγον;