Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἀλλʼ, ὦ ξένʼ, ἱκετεύω σʼ, ἀπάγγειλον τάδε.
- πολλοὶ δʼ ἐπιστέλλουσιν, ἑρμηνεὺς δʼ ἐγώ,
- αἱ χεῖρες ἡ γλῶσσʼ ἡ ταλαίπωρός τε φρήν,
- κάρα τʼ ἐμὸν ξυρῆκες, ὅ τʼ ἐκεῖνον τεκών.
- αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,
- ὁ δʼ ἄνδρʼ ἕνʼ εἷς ὢν οὐ δυνήσεται κτανεῖν,
- νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.
- καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,
- λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.
- ἔα· τίνας τούσδʼ ἐν πύλαις ὁρῶ ξένους;
- τίνος δʼ ἕκατι τάσδʼ ἐπʼ ἀγραύλους πύλας
- προσῆλθον; ἦ ʼμοῦ δεόμενοι; γυναικί τοι
- αἰσχρὸν μετʼ ἀνδρῶν ἑστάναι νεανιῶν.
- ὦ φίλτατʼ, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί·