Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μήτηρ δʼ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν
- θρόνῳ κάθηται, πρὸς δʼ ἕδραισιν Ἀσίδες
- δμωαὶ στατίζουσʼ, ἃς ἔπερσʼ ἐμὸς πατήρ,
- Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι
- πόρπαισιν. αἷμα δʼ ἔτι πατρὸς κατὰ στέγας
- μέλαν σέσηπεν, ὃς δʼ ἐκεῖνον ἔκτανεν,
- ἐς ταὐτὰ βαίνων ἅρματʼ ἐκφοιτᾷ πατρί,
- καὶ σκῆπτρʼ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει
- μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
- Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος
- οὔπω χοάς ποτʼ οὐδὲ κλῶνα μυρσίνης
- ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.
- μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις
- ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ
- πέτροις τε λεύει μνῆμα λάινον πατρός,
- καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν·
- ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς
- παρὼν ἀμύνει; — ταῦτʼ ἀπὼν ὑβρίζεται.
- ἀλλʼ, ὦ ξένʼ, ἱκετεύω σʼ, ἀπάγγειλον τάδε.
- πολλοὶ δʼ ἐπιστέλλουσιν, ἑρμηνεὺς δʼ ἐγώ,