Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πόρπαισιν. αἷμα δʼ ἔτι πατρὸς κατὰ στέγας
  2. μέλαν σέσηπεν, ὃς δʼ ἐκεῖνον ἔκτανεν,
  3. ἐς ταὐτὰ βαίνων ἅρματʼ ἐκφοιτᾷ πατρί,
  4. καὶ σκῆπτρʼ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει
  5. μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
  6. Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος
  7. οὔπω χοάς ποτʼ οὐδὲ κλῶνα μυρσίνης
  8. ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.
  9. μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις
  10. ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ
  11. πέτροις τε λεύει μνῆμα λάινον πατρός,
  12. καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν·
  13. ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς
  14. παρὼν ἀμύνει; — ταῦτʼ ἀπὼν ὑβρίζεται.