Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἔνεστι δʼ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,
- σοφοῖσι δʼ ἀνδρῶν· καὶ γὰρ οὐδʼ ἀζήμιον
- γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.
- κἀγὼ τὸν αὐτὸν τῷδʼ ἔρον ψυχῆς ἔχω.
- πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ
- οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.
- λέγοιμʼ ἄν, εἰ χρή — χρὴ δὲ πρὸς φίλον λέγειν —
- τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
- ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,
- ἄγγελλʼ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,
- πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,
- πίνῳ θʼ ὅσῳ βέβριθʼ, ὑπὸ στέγαισί τε
- οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,
- αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους,
- ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι,
- αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη,
- ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη.
- ἀναίνομαι γυναῖκας οὖσα παρθένος,
- ἀναίνομαι δὲ Κάστορʼ, ᾧ πρὶν ἐς θεοὺς
- ἐλθεῖν ἔμʼ ἐμνήστευον, οὖσαν ἐγγενῆ.