Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἤρου τόδʼ; αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή;
- ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;
- τολμῶν ὑπʼ ἐχθρῶν οἷʼ ἐτολμήθη πατήρ.
- ἦ καὶ μετʼ αὐτοῦ μητέρʼ ἂν τλαίης κτανεῖν;
- ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.
- λέγω τάδʼ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ;
- θάνοιμι μητρὸς αἷμʼ ἐπισφάξασʼ ἐμῆς.
- φεῦ·
- εἴθʼ ἦν Ὀρέστης πλησίον κλύων τάδε.
- ἀλλʼ, ὦ ξένʼ, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.
- νέα γάρ, οὐδὲν θαῦμʼ, ἀπεζεύχθης νέου.
- εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.
- ἆρʼ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;
- πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.
- ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;
- ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.
- οἴμοι, τόδʼ οἷον εἶπας· — αἴσθησις γὰρ οὖν
- κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.
- λέξον δʼ, ἵνʼ εἰδὼς σῷ κασιγνήτῳ φέρω
- λόγους ἀτερπεῖς, ἀλλʼ ἀναγκαίους κλύειν.