Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- εἴφʼ, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω.
- ἐν τοῖσδʼ ἐκείνου τηλορὸς ναίω δόμοις.
- σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.
- πένης ἀνὴρ γενναῖος ἔς τʼ ἔμʼ εὐσεβής.
- ἡ δʼ εὐσέβεια τίς πρόσεστι σῷ πόσει;
- οὐπώποτʼ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.
- ἅγνευμʼ ἔχων τι θεῖον ἤ σʼ ἀπαξιῶν;
- γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
- καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
- οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε.
- ξυνῆκʼ· Ὀρέστῃ μή ποτʼ ἐκτείσῃ δίκην.
- τοῦτʼ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.
- φεῦ·
- γενναῖον ἄνδρʼ ἔλεξας, εὖ τε δραστέον.