Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.
Ἠλέκτρα
  1. λόγον δὲ δὴ τίνʼ ἦλθες ἐκ κείνου φέρων;
Ὀρέστης
  1. εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις.
Ἠλέκτρα
  1. οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.
Ὀρέστης
  1. λύπαις γε συντετηκός, ὥστε με στένειν.
Ἠλέκτρα
  1. καὶ κρᾶτα πλόκαμόν τʼ ἐσκυθισμένον ξυρῷ.
Ὀρέστης
  1. δάκνει σʼ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.
Ἠλέκτρα
  1. οἴμοι, τί γάρ μοι τῶνδέ γʼ ἐστὶ φίλτερον;
Ὀρέστης
  1. φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;
Ἠλέκτρα
  1. ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.
Ὀρέστης
  1. ἐκ τοῦ δὲ ναίεις ἐνθάδʼ ἄστεως ἑκάς;
Ἠλέκτρα
  1. ἐγημάμεσθʼ, ὦ ξεῖνε, θανάσιμον γάμον.
Ὀρέστης
  1. ᾤμωξʼ ἀδελφὸν σόν. Μυκηναίων τίνι;
Ἠλέκτρα
  1. οὐχ ᾧ πατήρ μʼ ἤλπιζεν ἐκδώσειν ποτέ.