Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- εἰ δή ποθʼ ἥξει γʼ ἐς δόμους ὁ νῦν ἀπών.
- μήτηρ δέ σʼ ἡ τεκοῦσα ταῦτʼ ἠνέσχετο;
- γυναῖκες ἀνδρῶν, ὦ ξένʼ, οὐ παίδων φίλαι.
- τίνος δέ σʼ οὕνεχʼ ὕβρισʼ Αἴγισθος τάδε;
- τεκεῖν μʼ ἐβούλετʼ ἀσθενῆ, τοιῷδε δούς.
- ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;
- τοιαῦτʼ ἐβούλευσʼ· ὧν ἐμοὶ δοίη δίκην.
- οἶδεν δέ σʼ οὖσαν παρθένον μητρὸς πόσις;
- οὐκ οἶδε· σιγῇ τοῦθʼ ὑφαιρούμεσθά νιν.
- αἵδʼ οὖν φίλαι σοι τούσδʼ ἀκούουσιν λόγους;
- ὥστε στέγειν γε τἀμὰ καὶ σʼ ἔπη καλῶς.
- τί δῆτʼ Ὀρέστης πρὸς τόδʼ, Ἄργος ἢν μόλῃ;
- ἤρου τόδʼ; αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή;
- ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;