Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
Ἠλέκτρα
  1. ἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών.
Ὀρέστης
  1. οὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον.
Ἠλέκτρα
  1. καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;
Ὀρέστης
  1. μείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς.
Ἠλέκτρα
  1. ἕστηκα· πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ.
Ὀρέστης
  1. ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
Ἠλέκτρα
  1. ὦ φίλτατʼ, ἆρα ζῶντος ἢ τεθνηκότος;
Ὀρέστης
  1. ζῇ· πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω.
Ἠλέκτρα
  1. εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.
Ὀρέστης
  1. κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.
Ἠλέκτρα
  1. ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;
Ὀρέστης
  1. οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.
Ἠλέκτρα
  1. οὔ που σπανίζων τοῦ καθʼ ἡμέραν βίου;