Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- [*](τὰ τοῦ δράματος πρόσωπαΑὐτουργός ΜυκηναῖοςἨλέκτραὈρέστηςΠυλάδης, κωφόν πρόσωπονΧορόςΠρέσβυςἌγγελοςΚλυταιμήστραΔιόσκουροι)
Αὐτουργός - ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί,
- ὅθεν ποτʼ ἄρας ναυσὶ χιλίαις Ἄρη
- ἐς γῆν ἔπλευσε Τρῳάδʼ Ἀγαμέμνων ἄναξ.
- κτείνας δὲ τὸν κρατοῦντʼ ἐν Ἰλιάδι χθονὶ
- Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν,
- ἀφίκετʼ ἐς τόδʼ Ἄργος, ὑψηλῶν δʼ ἐπὶ
- ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.
- κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασι
- θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ
- καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.
- χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν
- ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,
- ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.
- οὓς δʼ ἐν δόμοισιν ἔλιφʼ ὅτʼ ἐς Τροίαν ἔπλει,
- ἄρσενά τʼ Ὀρέστην θῆλύ τʼ Ἠλέκτρας θάλος,
- τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς
- μέλλοντʼ Ὀρέστην χερὸς ὑπʼ Αἰγίσθου θανεῖν
- Στροφίῳ τʼ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν·
- ἣ δʼ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,