Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἀλλʼ εὐχαῖσι θεοὺς σεβί-
- ζουσʼ ἕξεις εὐαμερίαν, ὦ παῖ.
- οὐδεὶς θεῶν ἐνοπᾶς κλύει
- τᾶς δυσδαίμονος, οὐ παλαι-
- ῶν πατρὸς σφαγιασμῶν.
- οἴμοι τοῦ καταφθιμένου
- τοῦ τε ζῶντος ἀλάτα,
- ὅς που γᾶν ἄλλαν κατέχει,
- μέλεος ἀλαί-
- νων ποτὶ θῆσσαν ἑστίαν,
- τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
- αὐτὰ δʼ ἐν χερνῆσι δόμοις
- ναίω ψυχὰν τακομένα
- δωμάτων πατρίων φυγάς,
- οὐρείας ἀνʼ ἐρίπνας.
- μάτηρ δʼ ἐν λέκτροις φονίοις
- ἄλλῳ σύγγαμος οἰκεῖ.
- πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει
- σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.
- οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.