Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ξένοι τινὲς παρʼ οἶκον οἵδʼ ἐφεστίους
  2. εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·
  3. φυγῇ σὺ μὲν κατʼ οἶμον, ἐς δόμους δʼ ἐγὼ
  4. φῶτας κακούργους ἐξαλύξωμεν ποδί.
Ὀρέστης
  1. μένʼ, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα.
Ἠλέκτρα
  1. ὦ Φοῖβʼ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν.
Ὀρέστης
  1. ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
Ἠλέκτρα
  1. ἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών.
Ὀρέστης
  1. οὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον.
Ἠλέκτρα
  1. καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;
Ὀρέστης
  1. μείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς.
Ἠλέκτρα
  1. ἕστηκα· πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ.
Ὀρέστης
  1. ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
Ἠλέκτρα
  1. ὦ φίλτατʼ, ἆρα ζῶντος ἢ τεθνηκότος;
Ὀρέστης
  1. ζῇ· πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω.
Ἠλέκτρα
  1. εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.
Ὀρέστης
  1. κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.
Ἠλέκτρα
  1. ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;
Ὀρέστης
  1. οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.
Ἠλέκτρα
  1. οὔ που σπανίζων τοῦ καθʼ ἡμέραν βίου;