Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὅρμοις ἐκπεπόταμαι
- τάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺς
- Ἀργείαις ἅμα νύμφαις
- εἱλικτὸν κρούσω πόδʼ ἐμόν.
- δάκρυσι νυχεύ-
- ω, δακρύων δέ μοι μέλει
- δειλαίᾳ τὸ κατʼ ἦμαρ.
- σκέψαι μου πιναρὰν κόμαν
- καὶ τρύχη τάδʼ ἐμῶν πέπλων,
- εἰ πρέποντʼ Ἀγαμέμνονος
- κούρᾳ ʼσται βασιλείᾳ
- τᾷ Τροίᾳ θʼ, ἃ ʼμοῦ πατέρος
- μέμναταί ποθʼ ἁλοῦσα.
- μεγάλα θεός· ἀλλʼ ἴθι,
- καὶ παρʼ ἐμοῦ χρῆσαι πολύ-
- πηνα φάρεα δῦναι,
- χρύσεά τε — χαρίσαι — προσθήματʼ ἀγλαΐας.
- δοκεῖς τοῖσι σοῖς δακρύοις
- μὴ τιμῶσα θεούς, κρατή-
- σειν ἐχθρῶν; οὔτοι στοναχαῖς,