Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δάκρυσι νυχεύ-
  2. ω, δακρύων δέ μοι μέλει
  3. δειλαίᾳ τὸ κατʼ ἦμαρ.
  4. σκέψαι μου πιναρὰν κόμαν
  5. καὶ τρύχη τάδʼ ἐμῶν πέπλων,
  6. εἰ πρέποντʼ Ἀγαμέμνονος
  7. κούρᾳ ʼσται βασιλείᾳ
  8. τᾷ Τροίᾳ θʼ, ἃ ʼμοῦ πατέρος
  9. μέμναταί ποθʼ ἁλοῦσα.
Χορός
  1. μεγάλα θεός· ἀλλʼ ἴθι,
  2. καὶ παρʼ ἐμοῦ χρῆσαι πολύ-
  3. πηνα φάρεα δῦναι,
  4. χρύσεά τε — χαρίσαι — προσθήματʼ ἀγλαΐας.
  5. δοκεῖς τοῖσι σοῖς δακρύοις