Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἤλυθον, Ἠλέκτρα, ποτὶ
  2. σὰν ἀγρότειραν αὐλάν.
  3. ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ
  4. Μυκηναῖος ὀρειβάτας·
  5. ἀγγέλλει δʼ ὅτι νῦν τριταί-
  6. αν καρύσσουσιν θυσίαν
  7. Ἀργεῖοι, πᾶσαι δὲ παρʼ Ἥ-
  8. ραν μέλλουσιν παρθενικαὶ στείχειν.
Ἠλέκτρα
  1. οὐκ ἐπʼ ἀγλαΐαις, φίλαι,
  2. θυμὸν οὐδʼ ἐπὶ χρυσέοις
  3. ὅρμοις ἐκπεπόταμαι
  4. τάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺς
  5. Ἀργείαις ἅμα νύμφαις
  6. εἱλικτὸν κρούσω πόδʼ ἐμόν.