Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μὴ τιμῶσα θεούς, κρατή-
  2. σειν ἐχθρῶν; οὔτοι στοναχαῖς,
  3. ἀλλʼ εὐχαῖσι θεοὺς σεβί-
  4. ζουσʼ ἕξεις εὐαμερίαν, ὦ παῖ.
Ἠλέκτρα
  1. οὐδεὶς θεῶν ἐνοπᾶς κλύει
  2. τᾶς δυσδαίμονος, οὐ παλαι-
  3. ῶν πατρὸς σφαγιασμῶν.
  4. οἴμοι τοῦ καταφθιμένου
  5. τοῦ τε ζῶντος ἀλάτα,
  6. ὅς που γᾶν ἄλλαν κατέχει,
  7. μέλεος ἀλαί-
  8. νων ποτὶ θῆσσαν ἑστίαν,
  9. τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
  10. αὐτὰ δʼ ἐν χερνῆσι δόμοις