Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἰώ μοι, ἰώ μοι
- πικρᾶς μὲν πελέκεως τομᾶς
- σᾶς, πάτερ, πικρᾶς δʼ ἐκ
- Τροΐας ὁδίου βουλᾶς·
- οὐ μίτραισι γυνή σε
- δέξατʼ οὐδʼ ἐπὶ στεφάνοις,
- ξίφεσι δʼ ἀμφιτόμοις λυγρὰν
- Αἰγίσθου λώβαν θεμένα
- δόλιον ἔσχεν ἀκοίταν.
- Ἀγαμέμνονος ὦ κόρα,
- ἤλυθον, Ἠλέκτρα, ποτὶ
- σὰν ἀγρότειραν αὐλάν.
- ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ
- Μυκηναῖος ὀρειβάτας·
- ἀγγέλλει δʼ ὅτι νῦν τριταί-
- αν καρύσσουσιν θυσίαν
- Ἀργεῖοι, πᾶσαι δὲ παρʼ Ἥ-
- ραν μέλλουσιν παρθενικαὶ στείχειν.
- οὐκ ἐπʼ ἀγλαΐαις, φίλαι,
- θυμὸν οὐδʼ ἐπὶ χρυσέοις