Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,
  2. πάτερ, ἐγὼ κατακλαίομαι,
Ἠλέκτρα
  1. λουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒ
  2. κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.
  3. ἰώ μοι, ἰώ μοι
  4. πικρᾶς μὲν πελέκεως τομᾶς
  5. σᾶς, πάτερ, πικρᾶς δʼ ἐκ
  6. Τροΐας ὁδίου βουλᾶς·
  7. οὐ μίτραισι γυνή σε
  8. δέξατʼ οὐδʼ ἐπὶ στεφάνοις,
  9. ξίφεσι δʼ ἀμφιτόμοις λυγρὰν
  10. Αἰγίσθου λώβαν θεμένα
  11. δόλιον ἔσχεν ἀκοίταν.
Χορός
  1. Ἀγαμέμνονος ὦ κόρα,