Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ-
- λοῦσʼ, ἵνα πατρὶ γόους νυχίους
- ἐπορθροβοάσω,
- ἰαχάν, Ἀΐδα μέλος,
- Ἀΐδα, πάτερ, σοι
- κατὰ γᾶς ἐνέπω γόους
- οἷς ἀεὶ τὸ κατʼ ἦμαρ
- διέπομαι, κατὰ μὲν φίλαν
- ὄνυχι τεμνομένα δέραν
- χέρα τε κρᾶτʼ ἐπὶ κούριμον
- τιθεμένα θανάτῳ σῷ.
- αἶ αἶ, δρύπτε κάρα·
- οἷα δέ τις κύκνος ἀχέτας
- ποταμίοις παρὰ χεύμασιν
- πατέρα φίλτατον καλεῖ,
- ὀλόμενον δολίοις βρόχων
- ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,
- πάτερ, ἐγὼ κατακλαίομαι,
- λουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒ
- κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.