Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. φεῦ φεῦ σχετλίων πόνων
  2. καὶ στυγερᾶς ζόας.
  3. ὦ πάτερ, σὺ δʼ ἐν Ἀΐδα
  4. κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς
  5. Αἰγίσθου τʼ, Ἀγάμεμνον.
Ἠλέκτρα
  1. ἴθι τὸν αὐτὸν ἔγειρε γόον,
  2. ἄναγε πολύδακρυν ἁδονάν.
Ἠλέκτρα
  1. σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ,
  2. ἔμβα, ἔμβα, κατακλαίουσα·
  3. ἰώ μοί μοι.
  4. τίνα πόλιν, τίνα δʼ οἶκον, ὦ
  5. τλᾶμον σύγγονʼ, ἀλατεύεις
  6. οἰκτρὰν ἐν θαλάμοις λιπὼν
  7. πατρῴοις ἐπὶ συμφοραῖς
  8. ἀλγίσταισιν ἀδελφάν;
  9. ἔλθοις τῶνδε πόνων ἐμοὶ
  10. τᾷ μελέᾳ λυτήρ,
  11. ὦ Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτων
  12. ἐχθίστων ἐπίκουρος, Ἄρ-
  13. γει κέλσας πόδʼ ἀλάταν.