Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οἶκτοι θνητῶν πολυμόχθων.
- οὐκέτι σʼ ὄψομαι.
- οὐδʼ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
- τάδε λοίσθιά μοι προσφθέγματά σου.
- ὦ χαῖρε, πόλις·
- χαίρετε δʼ ὑμεῖς πολλά, πολίτιδες.
- ὦ πιστοτάτη, στείχεις ἤδη;
- στείχω βλέφαρον τέγγουσʼ ἁπαλόν.
- Πυλάδη, χαίρων ἴθι, νυμφεύου
- δέμας Ἠλέκτρας.
- τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας
- τάσδʼ ὑποφεύγων στεῖχʼ ἐπʼ Ἀθηνῶν·
- δεινὸν γὰρ ἴχνος βάλλουσʼ ἐπὶ σοὶ
- χειροδράκοντες χρῶτα κελαιναί,