Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·
  2. νὼ δʼ ἐπὶ πόντον Σικελὸν σπουδῇ
  3. σῴσοντε νεῶν πρῴρας ἐνάλους.
  4. διὰ δʼ αἰθερίας στείχοντε πλακὸς
  5. τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,
  6. οἷσιν δʼ ὅσιον καὶ τὸ δίκαιον
  7. φίλον ἐν βιότῳ, τούτους χαλεπῶν
  8. ἐκλύοντες μόχθων σῴζομεν.
  9. οὕτως ἀδικεῖν μηδεὶς θελέτω
  10. μηδʼ ἐπιόρκων μέτα συμπλείτω·
  11. θεὸς ὢν θνητοῖς ἀγορεύω.
Χορός
  1. χαίρετε· χαίρειν δʼ ὅστις δύναται
  2. καὶ ξυντυχίᾳ μή τινι κάμνει
  3. θνητῶν, εὐδαίμονα πράσσει.