Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἀλλʼ ἐγὼ οἴκων ἔξειμι πατρὸς
- καὶ ἐπʼ ἀλλοτρίαις ψήφοισι φόνον
- μητρὸς ὑφέξω.
- θάρσει· Παλλάδος
- ὁσίαν ἥξεις πόλιν· ἀλλʼ ἀνέχου.
- περί μοι στέρνοις στέρνα πρόσαψον,
- σύγγονε φίλτατε·
- διὰ γὰρ ζευγνῦσʼ ἡμᾶς πατρίων
- μελάθρων μητρὸς φόνιοι κατάραι.
- βάλε, πρόσπτυξον σῶμα· θανόντος δʼ
- ὡς ἐπὶ τύμβῳ καταθρήνησον.
- φεῦ φεῦ· δεινὸν τόδʼ ἐγηρύσω
- καὶ θεοῖσι κλύειν.
- ἔνι γὰρ κἀμοὶ τοῖς τʼ οὐρανίδαις