Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μελάθρων μητρὸς φόνιοι κατάραι.
Ὀρέστης
  1. βάλε, πρόσπτυξον σῶμα· θανόντος δʼ
  2. ὡς ἐπὶ τύμβῳ καταθρήνησον.
Διόσκουροι
  1. φεῦ φεῦ· δεινὸν τόδʼ ἐγηρύσω
  2. καὶ θεοῖσι κλύειν.
  3. ἔνι γὰρ κἀμοὶ τοῖς τʼ οὐρανίδαις
  4. οἶκτοι θνητῶν πολυμόχθων.
Ὀρέστης
  1. οὐκέτι σʼ ὄψομαι.
Ἠλέκτρα
  1. οὐδʼ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
Ὀρέστης
  1. τάδε λοίσθιά μοι προσφθέγματά σου.
Ἠλέκτρα
  1. ὦ χαῖρε, πόλις·
  2. χαίρετε δʼ ὑμεῖς πολλά, πολίτιδες.
Ὀρέστης
  1. ὦ πιστοτάτη, στείχεις ἤδη;
Ἠλέκτρα
  1. στείχω βλέφαρον τέγγουσʼ ἁπαλόν.
Ὀρέστης
  1. Πυλάδη, χαίρων ἴθι, νυμφεύου
  2. δέμας Ἠλέκτρας.
Διόσκουροι
  1. τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας
  2. τάσδʼ ὑποφεύγων στεῖχʼ ἐπʼ Ἀθηνῶν·
  3. δεινὸν γὰρ ἴχνος βάλλουσʼ ἐπὶ σοὶ
  4. χειροδράκοντες χρῶτα κελαιναί,