Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. φονίαν ἔδοσαν μητρὶ γενέσθαι;
Διόσκουροι
  1. κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,
  2. μία δʼ ἀμφοτέρους
  3. ἄτη πατέρων διέκναισεν.
Ὀρέστης
  1. ὦ σύγγονέ μοι, χρονίαν σʼ ἐσιδὼν
  2. τῶν σῶν εὐθὺς φίλτρων στέρομαι
  3. καὶ σʼ ἀπολείψω σοῦ λειπόμενος.
Διόσκουροι
  1. πόσις ἔστʼ αὐτῇ καὶ δόμος· οὐχ ἥδʼ
  2. οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει
  3. πόλιν Ἀργείων.
Ἠλέκτρα
  1. καὶ τίνες ἄλλαι στοναχαὶ μείζους
  2. ἢ γῆς πατρίας ὅρον ἐκλείπειν;
Ὀρέστης
  1. ἀλλʼ ἐγὼ οἴκων ἔξειμι πατρὸς
  2. καὶ ἐπʼ ἀλλοτρίαις ψήφοισι φόνον
  3. μητρὸς ὑφέξω.
Διόσκουροι
  1. θάρσει· Παλλάδος
  2. ὁσίαν ἥξεις πόλιν· ἀλλʼ ἀνέχου.
Ἠλέκτρα
  1. περί μοι στέρνοις στέρνα πρόσαψον,
  2. σύγγονε φίλτατε·
  3. διὰ γὰρ ζευγνῦσʼ ἡμᾶς πατρίων