Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Φοίβου τʼ ἄσοφοι γλώσσης ἐνοπαί.
Ἠλέκτρα
  1. τίς δʼ ἔμʼ Ἀπόλλων, ποῖοι χρησμοὶ
  2. φονίαν ἔδοσαν μητρὶ γενέσθαι;
Διόσκουροι
  1. κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,
  2. μία δʼ ἀμφοτέρους
  3. ἄτη πατέρων διέκναισεν.
Ὀρέστης
  1. ὦ σύγγονέ μοι, χρονίαν σʼ ἐσιδὼν
  2. τῶν σῶν εὐθὺς φίλτρων στέρομαι
  3. καὶ σʼ ἀπολείψω σοῦ λειπόμενος.
Διόσκουροι
  1. πόσις ἔστʼ αὐτῇ καὶ δόμος· οὐχ ἥδʼ
  2. οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει
  3. πόλιν Ἀργείων.
Ἠλέκτρα
  1. καὶ τίνες ἄλλαι στοναχαὶ μείζους
  2. ἢ γῆς πατρίας ὅρον ἐκλείπειν;