Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτʼ ἔχων
- Ἀχαιίδος γῆς οἴκαδʼ ἐσπορευέτω,
- καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω
- Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος·
- σὺ δʼ Ἰσθμίας γῆς αὐχένʼ ἐμβαίνω ποδὶ
- χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.
- πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου
- εὐδαιμονήσεις τῶνδʼ ἀπαλλαχθεὶς πόνων.
- ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς
- τὰς ὑμετέρας ἡμῖν πελάθειν;
- θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.
- κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;
- καὶ σοί· Φοίβῳ τήνδʼ ἀναθήσω
- πρᾶξιν φονίαν.
- πῶς ὄντε θεὼ τῆσδέ τʼ ἀδελφὼ
- τῆς καπφθιμένης
- οὐκ ἠρκέσατον κῆρας μελάθροις;
- μοῖρά τʼ ἀνάγκης ἦγʼ ἐς τὸ χρεών,
- Φοίβου τʼ ἄσοφοι γλώσσης ἐνοπαί.
- τίς δʼ ἔμʼ Ἀπόλλων, ποῖοι χρησμοὶ