Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σὺ δʼ Ἰσθμίας γῆς αὐχένʼ ἐμβαίνω ποδὶ
  2. χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.
  3. πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου
  4. εὐδαιμονήσεις τῶνδʼ ἀπαλλαχθεὶς πόνων.
Χορός
  1. ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς
  2. τὰς ὑμετέρας ἡμῖν πελάθειν;
Διόσκουροι
  1. θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.
Ἠλέκτρα
  1. κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;
Διόσκουροι
  1. καὶ σοί· Φοίβῳ τήνδʼ ἀναθήσω
  2. πρᾶξιν φονίαν.
Χορός
  1. πῶς ὄντε θεὼ τῆσδέ τʼ ἀδελφὼ
  2. τῆς καπφθιμένης
  3. οὐκ ἠρκέσατον κῆρας μελάθροις;
Διόσκουροι
  1. μοῖρά τʼ ἀνάγκης ἦγʼ ἐς τὸ χρεών,