Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οἰκεῖν Λυκαίου πλησίον σηκώματος·
  2. ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.
  3. σοὶ μὲν τάδʼ εἶπον· τόνδε δʼ Αἰγίσθου νέκυν
  4. Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ.
  5. μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν
  6. Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα,
  7. Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων
  8. ἥκει λιποῦσʼ Αἴγυπτον οὐδʼ ἦλθεν Φρύγας·
  9. Ζεὺς δʼ, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,
  10. εἴδωλον Ἑλένης ἐξέπεμψʼ ἐς Ἴλιον.
  11. Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτʼ ἔχων
  12. Ἀχαιίδος γῆς οἴκαδʼ ἐσπορευέτω,
  13. καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω
  14. Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος·