Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.
  2. ἴσαι δέ σʼ ἐκσῴζουσι μὴ θανεῖν δίκῃ
  3. ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν
  4. ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.
  5. καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,
  6. νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντʼ ἀεί.
  7. δειναὶ μὲν οὖν θεαὶ τῷδʼ ἄχει πεπληγμέναι
  8. πάγον παρʼ αὐτὸν χάσμα δύσονται χθονός,
  9. σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον·
  10. σὲ δʼ Ἀρκάδων χρὴ πόλιν ἐπʼ Ἀλφειοῦ ῥοαῖς
  11. οἰκεῖν Λυκαίου πλησίον σηκώματος·
  12. ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.
  13. σοὶ μὲν τάδʼ εἶπον· τόνδε δʼ Αἰγίσθου νέκυν
  14. Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ.
  15. μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν
  16. Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα,
  17. Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων
  18. ἥκει λιποῦσʼ Αἴγυπτον οὐδʼ ἦλθεν Φρύγας·
  19. Ζεὺς δʼ, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,
  20. εἴδωλον Ἑλένης ἐξέπεμψʼ ἐς Ἴλιον.