Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Ἁλιρρόθιον ὅτʼ ἔκτανʼ ὠμόφρων Ἄρης,
- μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,
- πόντου κρέοντος παῖδʼ, ἵνʼ εὐσεβεστάτη
- ψῆφος βεβαία τʼ ἐστὶν ἔκ τε τοῦ θεοῖς.
- ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.
- ἴσαι δέ σʼ ἐκσῴζουσι μὴ θανεῖν δίκῃ
- ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν
- ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.
- καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,
- νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντʼ ἀεί.
- δειναὶ μὲν οὖν θεαὶ τῷδʼ ἄχει πεπληγμέναι
- πάγον παρʼ αὐτὸν χάσμα δύσονται χθονός,
- σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον·
- σὲ δʼ Ἀρκάδων χρὴ πόλιν ἐπʼ Ἀλφειοῦ ῥοαῖς