Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σιγῶ· σοφὸς δʼ ὢν οὐκ ἔχρησέ σοι σοφά.
  2. αἰνεῖν δʼ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ
  3. πράσσειν ἃ Μοῖρα Ζεύς τʼ ἔκρανε σοῦ πέρι.
  4. Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,
  5. σὺ δʼ Ἄργος ἔκλιπʼ· οὐ γὰρ ἔστι σοι πόλιν
  6. τήνδʼ ἐμβατεύειν, μητέρα κτείναντι σήν.
  7. δειναὶ δὲ κῆρές σʼ αἱ κυνώπιδες θεαὶ
  8. τροχηλατήσουσʼ ἐμμανῆ πλανώμενον.
  9. ἐλθὼν δʼ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας
  10. πρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημένας
  11. δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,
  12. γοργῶφʼ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον.
  13. ἔστιν δʼ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ
  14. ἕζοντʼ ἐπὶ ψήφοισιν αἵματος πέρι,