Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τέρμα κακῶν μεγάλων δόμοισιν.
Χορός
  1. ἀλλʼ οἵδε δόμων ὑπὲρ ἀκροτάτων
  2. φαίνουσι τίνες — δαίμονες ἢ θεῶν
  3. τῶν οὐρανίων; οὐ γὰρ θνητῶν γʼ
  4. ἥδε κέλευθος· τί ποτʼ ἐς φανερὰν
  5. ὄψιν βαίνουσι βροτοῖσιν;
Διόσκουροι
  1. Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε
  2. καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,
  3. Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε.
  4. δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον
  5. παύσαντʼ ἀφίγμεθʼ Ἄργος, ὡς ἐσείδομεν
  6. σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.
  7. δίκαια μέν νυν ἥδʼ ἔχει, σὺ δʼ οὐχὶ δρᾷς·
  8. Φοῖβός τε, Φοῖβος — ἀλλʼ ἄναξ γάρ ἐστʼ ἐμός,