Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τάλαινα· πῶς ἔτλας φόνον
  2. διʼ ὀμμάτων ἰδεῖν σέθεν
  3. ματρὸς ἐκπνεούσας;
Ὀρέστης
  1. ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς
  2. φασγάνῳ κατηρξάμαν
  3. ματέρος ἔσω δέρας μεθείς.
Ἠλέκτρα
  1. ἐγὼ δʼ ἐπεγκέλευσά σοι
  2. ξίφους τʼ ἐφηψάμαν ἅμα.
Χορός
  1. δεινότατον παθέων ἔρεξας.
Ὀρέστης
  1. λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις
  2. καὶ καθάρμοσον σφαγάς.
  3. φονέας ἔτικτες ἆρά σοι.
Ἠλέκτρα
  1. ἰδού, φίλᾳ τε κοὐ φίλᾳ
  2. φάρεα τάδʼ ἀμφιβάλλομεν.