Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.
Χορός
  1. κλύεις ὑπώροφον βοάν;
Κλυταιμήστρα
  1. ἰώ μοί μοι.
Χορός
  1. ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.
  2. νέμει τοι δίκαν θεός, ὅταν τύχῃ·
  3. σχέτλια μὲν ἔπαθες, ἀνόσια δʼ εἰργάσω,
  4. τάλαινʼ, εὐνέταν.
Χορός
  1. ἀλλʼ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασι
  2. πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα,
  3. τροπαῖα δείγματʼ ἀθλίων προσφαγμάτων.
  4. οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος
  5. τῶν Τανταλείων οὐδʼ ἔφυ ποτʼ ἐκγόνων.
Ὀρέστης
  1. ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα
  2. βροτῶν, ἴδετε τάδʼ ἔργα φόνι-
  3. α μυσαρά, δίγονα σώματʼ ἐν
  4. χθονὶ κείμενα πλαγᾷ
  5. χερὸς ὑπʼ ἐμᾶς, ἄποινʼ ἐμῶν
  6. πημάτων ---
  7. ---
Ἠλέκτρα
  1. δακρύτʼ ἄγαν, ὦ σύγγονʼ, αἰτία δʼ ἐγώ.