Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδʼ,
  2. ἅ μʼ ἔτικτε κούραν.
Χορός
  1. ἰὼ τύχας, σᾶς τύχας,
  2. μᾶτερ τεκοῦσʼ ἄλαστα,
  3. ἄλαστα μέλεα καὶ πέρα
  4. παθοῦσα σῶν τέκνων ὑπαί.
  5. πατρὸς δʼ ἔτεισας φόνον δικαίως.
Ὀρέστης
  1. ἰὼ Φοῖβʼ, ἀνύμνησας δίκαιʼ
  2. ἄφαντα, φανερὰ δʼ ἐξέπρα-
  3. ξας ἄχεα, φόνια δʼ ὤπασας
  4. λάχεʼ ἀπὸ γᾶς τᾶς Ἑλλανίδος.
  5. τίνα δʼ ἑτέραν μόλω πόλιν;
  6. τίς ξένος, τίς εὐσεβὴς
  7. ἐμὸν κάρα προσόψεται
  8. ματέρα κτανόντος;
Ἠλέκτρα
  1. ἰὼ ἰώ μοι. ποῖ δʼ ἐγώ, τίνʼ ἐς χορόν,
  2. τίνα γάμον εἶμι; τίς πόσις με δέξεται
  3. νυμφικὰς ἐς εὐνάς;
Χορός
  1. πάλιν, πάλιν φρόνημα σὸν
  2. μετεστάθη πρὸς αὔραν·