Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ
- πληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις
- ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδʼ ἐγὼ
- δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.
- ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου-
- σιν αὖραι δόμων. τότε μὲν ἐν λουτροῖς
- ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,
- ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων,
- τάδʼ ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλαν
- πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντʼ ἐμάν;
- ---
- ---
- παλίρρους δὲ τάνδʼ ὑπάγεται δίκα
- διαδρόμου λέχους μέλεον ἃ πόσιν
- χρόνιον ἱκόμενον εἰς οἴκους
- Κυκλώπειά τʼ οὐράνια τείχεʼ ὀξυθήκτου βέλους
- ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσʼ· ἆ τλάμων
- πόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν.
- ὀρεία τις ὡς λέαινʼ ὀργάδων
- δρύοχα νεμομένα, τάδε κατήνυσεν.