Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μʼ ἐκάλεις, τέκνον;
- ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·
- τούτων ὕπερ μοι θῦσον — οὐ γὰρ οἶδʼ ἐγώ —
- δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται·
- τρίβων γὰρ οὐκ εἴμʼ, ἄτοκος οὖσʼ ἐν τῷ πάρος.
- ἄλλης τόδʼ ἔργον, ἥ σʼ ἔλυσεν ἐκ τόκων.
- αὐτὴ ʼλόχευον κἄτεκον μόνη βρέφος.
- οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;
- πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.
- ἀλλʼ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον
- θύσω θεοῖσι· σοὶ δʼ ὅταν πράξω χάριν
- τήνδʼ, εἶμʼ ἐπʼ ἀγρὸν οὗ πόσις θυηπολεῖ
- νύμφαισιν. ἀλλὰ τούσδʼ ὄχους, ὀπάονες,
- φάτναις ἄγοντες πρόσθεθʼ· ἡνίκʼ ἂν δέ με
- δοκῆτε θυσίας τῆσδʼ ἀπηλλάχθαι θεοῖς,
- πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.
- χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι
- μή σʼ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους.
- θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.
- κανοῦν δʼ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,