Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- θύσω θεοῖσι· σοὶ δʼ ὅταν πράξω χάριν
- τήνδʼ, εἶμʼ ἐπʼ ἀγρὸν οὗ πόσις θυηπολεῖ
- νύμφαισιν. ἀλλὰ τούσδʼ ὄχους, ὀπάονες,
- φάτναις ἄγοντες πρόσθεθʼ· ἡνίκʼ ἂν δέ με
- δοκῆτε θυσίας τῆσδʼ ἀπηλλάχθαι θεοῖς,
- πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.
- χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι
- μή σʼ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους.
- θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.
- κανοῦν δʼ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,
- ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ
- πληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις
- ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδʼ ἐγὼ
- δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.