Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου-
  2. σιν αὖραι δόμων. τότε μὲν ἐν λουτροῖς
  3. ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,
  4. ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων,
  5. τάδʼ ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλαν
  6. πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντʼ ἐμάν;
  7. ---
  8. ---
Χορός
  1. παλίρρους δὲ τάνδʼ ὑπάγεται δίκα
  2. διαδρόμου λέχους μέλεον ἃ πόσιν
  3. χρόνιον ἱκόμενον εἰς οἴκους
  4. Κυκλώπειά τʼ οὐράνια τείχεʼ ὀξυθήκτου βέλους
  5. ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσʼ· ἆ τλάμων
  6. πόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν.