Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- καὶ μὴν ἐκεῖνος οὐκέτʼ ἔσται σοι βαρύς.
- φρονεῖ μέγʼ· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.
- ὁρᾷς; ἀνʼ αὖ σὺ ζωπυρεῖς νείκη νέα.
- σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικʼ ἐγώ.
- παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μʼ ἐκάλεις, τέκνον;
- ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·
- τούτων ὕπερ μοι θῦσον — οὐ γὰρ οἶδʼ ἐγώ —
- δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται·
- τρίβων γὰρ οὐκ εἴμʼ, ἄτοκος οὖσʼ ἐν τῷ πάρος.
- ἄλλης τόδʼ ἔργον, ἥ σʼ ἔλυσεν ἐκ τόκων.
- αὐτὴ ʼλόχευον κἄτεκον μόνη βρέφος.
- οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;
- πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.
- ἀλλʼ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον