Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔστιν δὲ καὶ τόδʼ· οἳ μέν εἰσιν ἀρσένων,
  2. οἳ δʼ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.
  3. συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν
  4. χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.
  5. σὺ δʼ ὧδʼ ἄλουτος καὶ δυσείματος χρόα
  6. λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;
  7. οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·
  8. ὡς μᾶλλον ἢ χρῆν ἤλασʼ εἰς ὀργὴν πόσιν.
Ἠλέκτρα
  1. ὀψὲ στενάζεις, ἡνίκʼ οὐκ ἔχεις ἄκη.
  2. πατὴρ μὲν οὖν τέθνηκε· τὸν δʼ ἔξω χθονὸς
  3. πῶς οὐ κομίζῃ παῖδʼ ἀλητεύοντα σόν;
Κλυταιμήστρα
  1. δέδοικα· τοὐμὸν δʼ, οὐχὶ τοὐκείνου, σκοπῶ.
  2. πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ.
Ἠλέκτρα
  1. τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;
Κλυταιμήστρα
  1. τρόποι τοιοῦτοι· καὶ σὺ δʼ αὐθάδης ἔφυς.
Ἠλέκτρα
  1. ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.
Κλυταιμήστρα
  1. καὶ μὴν ἐκεῖνος οὐκέτʼ ἔσται σοι βαρύς.
Ἠλέκτρα
  1. φρονεῖ μέγʼ· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.
Κλυταιμήστρα
  1. ὁρᾷς; ἀνʼ αὖ σὺ ζωπυρεῖς νείκη νέα.
Ἠλέκτρα
  1. σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικʼ ἐγώ.